Matthew 13:54-58

54καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· Πόθεν τούτῳ σοφία αὕτη καὶ αἱ δυνάμεις; 55οὐχ οὗτός ἐστιν τοῦ τέκτονος υἱός;
 οὐχ = WH Treg NA/NIV: || Οὐχί = RP
οὐχ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ
 Ἰωσὴφ = WH Treg NA/NIV: || Ἰωσῆς = RP
Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας;
56καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα; 57καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ
 πατρίδι = WH Treg NA/NIV: || πατρίδι αὐτοῦ = RP
πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
58καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.



Copyright information for SBLG